Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.169.2 | Hdt. 7.170.3 (English) | >>Hdt. 7.171.2 |
7.170.1
λέγεται γὰρ Μίνων κατὰ ζήτησιν Δαιδάλου ἀπικόμενον ἐς Σικανίην τὴν νῦν Σικελίην καλευμένην ἀποθανεῖν βιαίῳ θανάτῳ . ἀνὰ δὲ χρόνον Κρῆτας , θεοῦ σφι ἐποτρύναντος , πάντας πλὴν Πολιχνιτέων τε καὶ Πραισίων ἀπικομένους στόλῳ μεγάλῳ ἐς Σικανίην πολιορκέειν ἐπʼ ἔτεα πέντε πόλιν Καμικόν , τὴν κατʼ ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο ·
7.170.2 τέλος δὲ οὐ δυναμένους οὔτε ἑλεῖν οὔτε παραμένειν λιμῷ συνεστεῶτας , ἀπολιπόντας οἴχεσθαι . ὡς δὲ κατὰ Ἰηπυγίην γενέσθαι πλέοντας , ὑπολαβόντα σφέας χειμῶνα μέγαν ἐκβαλεῖν ἐς τὴν γῆν · συναραχθέντων δὲ τῶν πλοίων , οὐδεμίαν γάρ σφι ἔτι κομιδὴν ἐς Κρήτην φαίνεσθαι , ἐνθαῦτα Ὑρίην πόλιν κτίσαντας καταμεῖναί τε καὶ μεταβαλόντας ἀντὶ μὲν Κρητῶν γενέσθαι Ἰήπυγας Μεσσαπίους , ἀντὶ δὲ εἶναι νησιώτας ἠπειρώτας .
7.170.3 ἀπὸ δὲ Ὑρίης πόλιος τὰς ἄλλας οἰκίσαι , τὰς δὴ Ταραντῖνοι χρόνῳ ὕστερον πολλῷ ἐξανιστάντες προσέπταισαν μεγάλως , ὥστε φόνος Ἑλληνικὸς μέγιστος οὗτος δὴ ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν , αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων , οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀστῶν καὶ ἀπικόμενοι τιμωροὶ Ταραντίνοισι ἀπέθανον τρισχίλιοι οὕτω · αὐτῶν δὲ Ταραντίνων οὐκ ἐπῆν ἀριθμός .
7.170.4 ὁ δὲ Μίκυθος οἰκέτης ἐὼν Ἀναξίλεω ἐπίτροπος Ῥηγίου καταλέλειπτο , οὗτος ὅς περ ἐκπεσὼν ἐκ Ῥηγίου καὶ Τεγέην τὴν Ἀρκάδων οἰκήσας ἀνέθηκε ἐν Ὀλυμπίῃ τοὺς πολλοὺς ἀνδριάντας .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.169.2 | Hdt. 7.170.3 (English) | >>Hdt. 7.171.2 |